Σάββατο, 18 Νοεμβρίου 2017

Η παραβολή του άφρονος πλουσίου.-Ευαγγελικό ανάγνωσμα(Κυριακή Θ' Λουκά).




Ευαγγέλιο Κυριακής: Λουκ. ιβ΄ 16-21

16 Εἶπε δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· 17 καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; 18 καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γεννήματά μου καὶ τὰ ἀγαθά μου, 19 καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. 20 εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται; 21 οὕτως ὁ θησαυρίζων ἑαυτῷ καὶ μὴ εἰς Θεὸν πλουτῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου